Εἶπεν
ὁ Κύριος· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ὁ ὀφθαλμός σου
ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου
πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ
σκότος ἐστί, τὸ σκότος πόσον;
Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ
γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ
ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω
ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι
ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ
ἐνδύματος;
Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ
θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος
τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν
δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
Καὶ περὶ ἐνδύματος
τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ
νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο
ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς
κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς,
ὀλιγόπιστοι;
Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἤ τί πίωμεν ἤ τί
περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ
οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν
τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
ΑΠΟΔΟΣΗ ΣΤΗ ΝΕΟΕΛΛΗΝΙΚΗ
Εἶπε
ὁ Κύριος: «Τό λυχνάρι τοῦ σώματος εἶναι τά μάτια. Ἄν λοιπόν τά μάτια
σου εἶναι γερά, ὅλο τό σῶμα σου θά εἶναι στό φῶς. Ἄν ὅμως τά μάτια σου
εἶναι χαλασμένα, ὅλο τό σῶμα σου θά εἶναι στό σκοτάδι. Κι ἄν τό φῶς πού
ἔχεις, μεταβληθεῖ σέ σκοτάδι, σκέψου πόσο θά ΄ναι τό σκοτάδι!
Κανείς δέν
μπορεῖ νά εἶναι δοῦλος σέ δύο κυρίους· γιατί ἤ θά μισήσει τόν ἕνα καί
θά ἀγαπήσει τόν ἄλλο, ἤ θά στηριχτεῖ στόν ἕνα καί θά περιφρονήσει τόν
ἄλλο. Δέν μπορεῖτε νά εἶστε δοῦλοι καί στό Θεό καί στό χρῆμα.
Γι΄ αὐτό,
λοιπόν, σᾶς λέω: Μή μεριμνᾶτε γιά τή ζωή σας, τί θά φᾶτε καί τί θά
πιεῖτε οὔτε γιά τό σῶμα σας, τί θά ντυθεῖτε. Ἡ ζωή δέν εἶναι
σπουδαιότερη ἀπό τήν τροφή; Καί τό σῶμα δέν εἶναι σπουδαιότερο ἀπό τό
ντύσιμο; Κοιτάξτε τά πουλιά πού δέ σπέρνουν οὔτε θερίζουν οὔτε συνάζουν
ἀγαθά σέ ἀποθῆκες, κι ὅμως ὁ οὐράνιος Πατέρας σας τά τρέφει· ἐσείς δέν
ἀξίζετε πολύ περισσότερο ἀπ΄ αὐτά; Κι ἔπειτα, ποιός ἀπό σᾶς μπορεῖ μέ τό
ἄγχος του νά προσθέσει ἕναν πῆχυ στό ἀνάστημά του; Καί γιατί τόσο ἄγχος
γιά τό ντύσιμό σας;
Ἄς σᾶς διδάξουν τά ἀγριόκρινα πώς μεγαλώνουν: δέν
κοπιά-ζουν οὔτε γνέθουν· κι ὅμως σᾶς βεβαιώνω πώς οὔτε ὁ Σολομῶν σ΄ ὅλη
του τή μεγαλοπρέπεια δέν ντυνόταν ὅπως ἕνα ἀπό αὐτά. Ἄν ὅμως ὁ Θεός
ντύνει ἔτσι τό ἀγριόχορτο, πού σήμερα ὑπάρχει κι αὔριο θά τό ρίξουν στή
φωτιά, δέ θά φροντίσει πολύ περισσότερο γιά σᾶς, ὀλιγόπιστοι;
Μήν ἔχετε,
λοιπόν, ἄγχος καί μήν ἀρχίσετε νά λέτε: «τί θά φᾶμε;» ἤ: «τί θά
πιοῦμε;» ἤ: «τί θά ντυθοῦμε;» γιατί γιά ὅλα αὐτά ἀγωνιοῦν ὅσοι δέν
ἐμπιστεύονται τό Θεό· ὅμως ὁ οὐράνιος Πατέρας σας ξέρει καλά ὅτι ἔχετε
ἀνάγκη ἀπ΄ ὅλα αὐτά.
Γι΄ αὐτό πρῶτα ἀπ΄ ὅλα νά ἐπιζητεῖτε τή βασιλεία
τοῦ Θεοῦ καί τήν ἐπικράτηση τοῦ θελήματός του, κι ὅλα αὐτά θά
ἀκολουθήσουν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου