Κυριακή 25 Μαΐου 2014

Το Ευαγγέλιο της Κυριακής 25 Μαΐου 2014

Κυριακή του Τυφλού (Ιω. θ´ 1-38)

Τῶ καιρῷ ἐκείνῳ, παράγων ὁ ᾿Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῾Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 

᾿Απεκρίθη ᾿Ιησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ
γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.᾿

Εμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ῞Οταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 

Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ῞Υπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ᾿Απῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· 
Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ῎Αλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ᾿Εκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ῎Ελεγον οὖν αὐτῷ· 
Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ᾿
Απεκρίθη ἐκεῖνος καὶ εἶπεν· ῎Ανθρωπος λεγόμενος ᾿Ιησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. 
Εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα. ῎Αγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. ῏Ην δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ ᾿Ιησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ῾Ο δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ῎Ελεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ῎Αλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ῾Ο δὲ εἶπεν ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη;
 Πῶς οὖν ἄρτι βλέπει; ᾿Απεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ ᾿Ιουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. ᾿Εφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· 
Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ᾿Απεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν·
 Τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ᾿Απεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· 
Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ᾿Ελοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. ῾Ημεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ᾿Απεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ᾿Εν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις θεοσεβὴς ͺᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ᾿
Εκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 
Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ᾿
Απεκρίθησαν καὶ εἶπον αὐτῷ· ᾿Εν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. ῎Ηκουσεν ὁ ᾿Ιησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; ᾿Απεκρίθη ἐκεῖνος καὶ εἶπε· 
Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
 Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
 ῾Ο δὲ ἔφη·
 Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. 

Απόδοση σε απλή γλώσσα
Εκεῖνο τὸν καιρό, καθὼς πήγαινε στὸν δρόμο του ὁ ᾿Ιησοῦς, εἶδε ἕναν ἄνθρωπο ποὺ εἶχε γεννηθεῖ τυφλός. Τὸν ρώτησαν, λοιπόν, οἱ μαθητές του· «Διδάσκαλε, ποιὸς ἁμάρτησε καὶ γεννήθηκε αὐτὸς τυφλός, ὁ ἴδιος ἢ οἱ γονεῖς του;» ῾Ο ᾿Ιησοῦς ἀπάντησε· «Οὔτε αὐτὸς ἁμάρτησε οὔτε οἱ γονεῖς του, ἀλλὰ γεννήθηκε τυφλὸς γιὰ νὰ φανερωθεῖ ἡ δύναμη τῶν ἔργων τοῦ Θεοῦ πάνω σ’ αὐτόν. ῞
Οσο διαρκεῖ ἡ μέρα, πρέπει νὰ ἐκτελῶ τὰ ἔργα ἐκείνου ποὺ μ’ ἔστειλε. ῎Ερχεται ἡ νύχτα, ὁπότε κανένας δὲν μπορεῖ νὰ ἐργάζεται. ῞Οσο εἶμαι σ’ αὐτὸν τὸν κόσμο, εἶμαι τὸ φῶς γιὰ τὸν κόσμο». ῞Οταν τὰ εἶπε αὐτὰ ὁ ᾿Ιησοῦς, ἔφτυσε κάτω, ἔφτιαξε πηλὸ ἀπὸ τὸ φτύμα, ἄλειψε μὲ τὸν πηλὸ τὰ μάτια τοῦ τυφλοῦ, καὶ τοῦ εἶπε· «Πήγαινε νὰ νιφτεῖς στὴν κολυμβήθρα τοῦ Σιλωάμ» -ποὺ σημαίνει «ἀπεσταλμένος ἀπὸ τὸν Θεό»
Ξεκίνησε, λοιπόν, ὁ ἄνθρωπος, πῆγε καὶ νίφτηκε καί, ὅταν γύρισε πίσω, ἔβλεπε. Τότε οἱ γείτονες κι ὅσοι τὸν ἔβλεπαν προηγουμένως ὅτι ἦταν τυφλός, ἔλεγαν· «Αὐτὸς δὲν εἶναι ὁ ἄνθρωπος ποὺ καθόταν ἐδῶ καὶ ζητιάνευε;» Μερικοὶ ἔλεγαν· «Αὐτὸς εἶναι», ἐνῶ ἄλλοι ἔλεγαν· «Εἶναι κάποιος ποὺ τοῦ μοιάζει». ῾Ο ἴδιος ὅμως ἔλεγε· «᾿Εγὼ εἶμαι». Τότε τὸν ρωτοῦσαν· «Πῶς, λοιπόν, ἄνοιξαν τὰ μάτια σου;»
 ᾿Εκεῖνος ἀπάντησε· «῞Ενας ἄνθρωπος ποὺ τὸν λένε ᾿Ιησοῦ ἔκανε πηλό, μοῦ ἄλειψε τὰ μάτια καὶ μοῦ εἶπε· “πήγαινε στὴν κολυμβήθρα τοῦ Σιλωὰμ καὶ νίψου”· 
πῆγα λοιπὸν ἐκεῖ, νίφτηκα καὶ βρῆκα τὸ φῶς μου».
 Τὸν ρώτησαν, λοιπόν· «Ποῦ εἶναι ὁ ἄνθρωπος ἐκεῖνος;» «Δὲν ξέρω», τοὺς ἀπάντησε. Τὸν ἔφεραν τότε στοὺς Φαρισαίους, τὸν ἄνθρωπο ποὺ ἦταν ἄλλοτε τυφλός. 
῾Η μέρα ποὺ ἔφτιαξε ὁ ᾿Ιησοῦς τὸν πηλὸ καὶ τοῦ ἄνοιξε τὰ μάτια ἦταν Σάββατο. 
῎Αρχισαν λοιπὸν καὶ οἱ Φαρισαῖοι νὰ τὸν ρωτοῦν πάλι πῶς ἀπέκτησε τὸ φῶς του. Αὐτὸς τοὺς ἀπάντησε· «῎Εβαλε πάνω στὰ μάτια μου πηλό, νίφτηκα καὶ βλέπω».
 Μερικοὶ ἀπὸ τοὺς Φαρισαίους ἔλεγαν· «Αὐτὸς ὁ ἄνθρωπος δὲν μπορεῖ νὰ εἶναι σταλμένος ἀπὸ τὸν Θεό, γιατὶ δὲν τηρεῖ τὴν ἀργία τοῦ Σαββάτου». ῎Αλλοι ὅμως ἔλεγαν· «Πῶς μπορεῖ ἕνας ἁμαρτωλὸς ἄνθρωπος νὰ κάνει τέτοια σημεῖα;» Καὶ ὑπῆρχε διχογνωμία ἀνάμεσά τους. Ρωτοῦν λοιπὸν πάλι τὸν τυφλό· «᾿Εσὺ τί λὲς γι’ αὐτόν; πῶς ἐξηγεῖς ὅτι σοῦ ἄνοιξε τὰ μάτια;» Κι ἐκεῖνος τοὺς ἀπάντησε· «Εἶναι προφήτης». Οἱ ᾿Ιουδαῖοι ὅμως δὲν ἐννοοῦσαν νὰ πιστέψουν πὼς αὐτὸς ἦταν τυφλὸς κι ἀπέκτησε τὸ φῶς του, ὥσπου κάλεσαν τοὺς γονεῖς τοῦ ἀνθρώπου καὶ τοὺς ρώτησαν· «Αὐτὸς εἶναι ὁ γιός σας ποὺ λέτε ὅτι γεννήθηκε τυφλός; Πῶς, λοιπόν, τώρα βλέπει;» Οἱ γονεῖς του τότε ἀποκρίθηκαν· «Ξέρουμε πὼς αὐτὸς εἶναι ὁ γιός μας κι ὅτι γεννήθηκε τυφλός· πῶς ὅμως τώρα βλέπει, δὲν τὸ ξέρουμε, ἢ ποιὸς τοῦ ἄνοιξε τὰ μάτια, ἐμεῖς δὲν τὸ ξέρουμε.
 Ρωτῆστε τὸν ἴδιο· ἐνήλικος εἶναι, αὐτὸς μπορεῖ νὰ μιλήσει γιὰ τὸν ἑαυτό του». Αὐτὰ εἶπαν οἱ γονεῖς του, ἀπὸ φόβο πρὸς τοὺς ᾿Ιουδαίους. Γιατί, οἱ ᾿Ιουδαῖοι ἄρχοντες εἶχαν κιόλας συμφωνήσει νὰ ἀφορίζεται ἀπὸ τὴ συναγωγὴ ὅποιος παραδεχτεῖ πὼς ὁ ᾿Ιησοῦς εἶναι ὁ Μεσσίας. Γι’ αὐτὸ εἶπαν οἱ γονεῖς του, «ἐνήλικος εἶναι, ρωτῆστε τὸν ἴδιο». Κάλεσαν, λοιπόν, γιὰ δεύτερη φορὰ τὸν ἄνθρωπο ποὺ ἦταν πρὶν τυφλὸς καὶ τοῦ εἶπαν· «Πὲς τὴν ἀλήθεια ἐνώπιον τοῦ Θεοῦ· ἐμεῖς ξέρουμε ὅτι ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός». ᾿Εκεῖνος τότε τοὺς ἀπάντησε· «῍Αν εἶναι ἁμαρτωλός, δὲν τὸ ξέρω· ἕνα ξέρω· πώς, ἐνῶ ἤμουν τυφλός, τώρα βλέπω». Τὸν ρώτησαν πάλι· «Τί σοῦ ἔκανε; Πῶς σοῦ ἄνοιξε τὰ μάτια;» «Σᾶς τὸ εἶπα κιόλας», τοὺς ἀποκρίθηκε, «ἀλλὰ δὲν πειστήκατε· γιατί θέλετε νὰ τὸ ξανακούσετε; Μήπως θέλετε κι ἐσεῖς νὰ γίνετε μαθητές του;»
 Τὸν περιγέλασαν τότε καὶ τοῦ εἶπαν· «᾿Εσὺ εἶσαι μαθητὴς ἐκείνου· ἐμεῖς εἴμαστε μαθητὲς τοῦ Μωυσῆ· ἐμεῖς ξέρουμε πὼς ὁ Θεὸς μίλησε στὸν Μωυσῆ, ἐνῶ γι’ αὐτὸν δὲν ξέρουμε τὴν προέλευσή του». Τότε ἀπάντησε ὁ ἄνθρωπος καὶ τοὺς εἶπε· «᾿Εδῶ εἶναι τὸ παράξενο, πὼς ἐσεῖς δὲν ξέρετε ἀπὸ ποῦ εἶναι ὁ ἄνθρωπος, κι ὅμως αὐτὸς μοῦ ἄνοιξε τὰ μάτια. 
Ξέρουμε πὼς ὁ Θεὸς τοὺς ἁμαρτωλοὺς δὲν τοὺς ἀκούει, ἀλλὰ ἂν κάποιος τὸν σέβεται καὶ κάνει τὸ θέλημά του, αὐτὸν τὸν ἀκούει. 
᾿Απὸ τότε ποὺ ἔγινε ὁ κόσμος, δὲν ἀκούστηκε ν’ ἀνοίξει κανεὶς τὰ μάτια ἑνὸς γεννημένου τυφλοῦ. ῍Αν αὐτὸς δὲν ἦταν ἀπὸ τὸν Θεὸ δὲν θὰ μποροῦσε νὰ κάνει τίποτα». «᾿Εσὺ εἶσαι βουτηγμένος στὴν ἁμαρτία ἀπὸ τότε ποὺ γεννήθηκες», τοῦ ἀποκρίθηκαν, «καὶ κάνεις τὸν δάσκαλο σ’ ἐμᾶς;» Καὶ τὸν πέταξαν ἔξω. ῾Ο ᾿Ιησοῦς ἔμαθε ὅτι τὸν πέταξαν ἔξω καί, ὅταν τὸν βρῆκε, τοῦ εἶπε· «᾿Εσὺ πιστεύεις στὸν Υἱὸ τοῦ Θεοῦ;» ᾿Εκεῖνος ἀποκρίθηκε· «Καὶ ποιὸς εἶναι αὐτός, κύριε, γιὰ νὰ πιστέψω σ’ αὐτόν;» «Μὰ τὸν ἔχεις κιόλας δεῖ», τοῦ εἶπε ὁ ᾿Ιησοῦς. «Αὐτὸς ποὺ μιλάει τώρα μαζί σου, αὐτὸς εἶναι».
 Τότε ἐκεῖνος εἶπε· «Πιστεύω Κύριε», καὶ τὸν προσκύνησε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου